Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.138 Joseph. AJ 17.143 (English) >>Joseph. AJ 17.147

17.141ἦν δὲ Ἀκμὴ Ἰουδαία μὲν τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικὶ καὶ ἔπρασσε ταῦτα φιλίᾳ τῇ Ἀντιπάτρου ὠνηθεῖσα ὑπʼ αὐτοῦ μεγάλῃ δόσει χρημάτων συγκακουργεῖν κατά τε τοῦ πατρὸς καὶ κατὰ τῆς τηθίδος. 17.142

Ἡρώδης δὲ ἐκπλαγεὶς μεγέθει τῆς Ἀντιπάτρου κακίας ὥρμησεν μὲν καὶ παραχρῆμα αὐτὸν ἀνελεῖν ὡς κύκηθρον μεγάλων γεγονότα πραγμάτων καὶ μὴ μόνον αὐτῷ ἀλλὰ καὶ τῇ ἀδελφῇ ἐπιβεβουλευκότα καὶ τοῦ Καίσαρος διεφθαρκότα τὴν οἰκίαν, ἐξώτρυνεν δʼ αὐτὸν καὶ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν κελεύουσα, εἴ τινος ἐπὶ τοιοῖσδε πίστεως αἰτίαν ἀξιόχρεων οἵα τε παρασχεῖν γένοιτο. 17.143Ἡρώδης δὲ μεταπέμψας ἀνέκρινεν τὸν υἱὸν κελεύων εἴ τι ἀντειπεῖν ἔχοι λέγειν μηδὲν ὑπιδόμενον, ἐπεὶ δὲ ἀχανὴς ἦν, ἤρετο αὐτόν, ἐπειδὴ τὰ πάντα πανταχοῦ πεφώραται πονηρὸς ὤν, τοὺς γοῦν συγκακουργήσαντας αὐτῷ τὰ πράγματα μὴ μελλῆσαι κατειπεῖν. 17.144 δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει, ἕτερον δʼ οὐδένα προυτίθει. Ἡρώδης δὲ περιαλγῶν ὥρμησεν μὲν πέμπειν ἐπὶ Ῥώμης τὸν υἱὸν ὡς Καίσαρα λόγον ὑφέξοντα τῶν ἐπὶ τοῖσδε βουλευμάτων, 17.145ἔπειτα δείσας, μὴ καὶ βοηθείᾳ φίλων εὑρίσκοιτο τοῦ κινδύνου διαφυγάς, αὐτὸν μὲν δέσμιον ὡς καὶ πρότερον ἐφύλασσεν, αὖθις δὲ πρέσβεις ἐξέπεμπε καὶ γράμματα ἐπὶ κατηγορίᾳ τοῦ υἱέος ὁπόσα τε Ἀκμὴ συγκακουργήσειεν αὐτῷ καὶ ἀντίγραφα τῶν ἐπιστολῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.138 Joseph. AJ 17.143 (English) >>Joseph. AJ 17.147

Powered by PhiloLogic